Benutzer:Christian/Psalm 8

Aus Orthpedia
Zur Navigation springenZur Suche springen

1 εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν ψαλμὸς τῷ δαυιδ 2 κύριε ὁ κύριος ἡμῶν ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν 3 ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον ἕνεκα τῶν ἐχθρῶν σου τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν 4 ὅτι ὄψομαι τοὺς οὐρανούς ἔργα τῶν δακτύλων σου σελήνην καὶ ἀστέρας ἃ σὺ ἐθεμελίωσας 5 τί ἐστιν ἄνθρωπος ὅτι μιμνῄσκῃ αὐτοῦ ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν 6 ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν 7 καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ 8 πρόβατα καὶ βόας πάσας ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου 9 τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θαλάσσης τὰ διαπορευόμενα τρίβους θαλασσῶν 10 κύριε ὁ κύριος ἡμῶν ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ