Benutzer:Christian/Psalm 4

Aus Orthpedia
Zur Navigation springenZur Suche springen

1 εἰς τὸ τέλος ἐν ψαλμοῖς ᾠδὴ τῷ δαυιδ 2 ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέν μου ὁ θεὸς τῆς δικαιοσύνης μου ἐν θλίψει ἐπλάτυνάς μοι οἰκτίρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου 3 υἱοὶ ἀνθρώπων ἕως πότε βαρυκάρδιοι ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος διάψαλμα 4 καὶ γνῶτε ὅτι ἐθαυμάστωσεν κύριος τὸν ὅσιον αὐτοῦ κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν 5 ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε λέγετε ἐν ταῖς καρδίαις ὑμῶν καὶ ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε διάψαλμα 6 θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ κύριον 7 πολλοὶ λέγουσιν τίς δείξει ἡμῖν τὰ ἀγαθά ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου κύριε 8 ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου ἀπὸ καιροῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν 9 ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω ὅτι σύ κύριε κατὰ μόνας ἐπ' ἐλπίδι κατῴκισάς με

Public Domain